Hōc in opusculō libīdinēs apertē et impudīcē dēscrībuntur. Caveat lēctor nē legat nisi adultus homō!
Φιλόγελως
Χαῖρε, ὦ φιλέλλην. Ἆρα μανθάνεις τὴν Ἑλληνικὴν φωνὴν χρώμενος τῷ βιβλίῳ τῷ Ἀθήναζε ἐπιγεγραμμένῳ;
Κότταλος
Ναί, τούτῳ τῷ βιβλίῳ ἐχρώμην μανθάνων.
Φιλόγελως
Τὸ ἀναγιγνώσκειν τοῦτο τὸ βιβλίον κἀμοὶ πολὺν γέλωτα παρέχει ἐπιτρίβοντι τοὺς λόγους καὶ μεταβάλλοντι εἰς πορνικούς·
ἐπεὶ ἐν ἀγροῖς γυμνάσιον οὐκ ἔστι, δεῖ Δικαιοπόλιδα βαστάζοντα λίθους τὸ σῶμα εἰς ἰσχὺν ἀσκεῖν. Κάμνων δ ̓ ὁ Δικαιόπολις καθίζει ὑπὸ τῷ δένδρῳ. Οὐ δὲ πολὺν χρόνον ἡσυχάζει, ἐπεὶ πότνια νύμφη Καλυψώ, δῖα θεάων, ἥκουσα παρ᾽ αὐτῷ μείγνυται φιλότητι καὶ εὐνῇ1. Ἔστι γὰρ πολὺς πόνος τὴν θεὸν σκαλαθύρειν. Τέλος δὲ καταδύνει ὁ ἥλιος.
«Διὰ δὲ τί ὑπὸ σκιᾷ δένδρου κείμενος οὐχ ἡσυχάζεις,» ὁ Δικαιόπολις φησίν, «ἀλλ ̓ ἐνεργὸς ὢν τὴν θεράπαιναν σκαλαθύρεις, ὦ Ξανθία;»
«Ἐπεὶ πότνια Καλυψώ, δῖα θεάων, βούλεται τοὺς θνητοὺς ἄνδρας, ἕως ἂν ζῶσιν, ὅτι πλείστας γυναῖκας βινεῖν.» ὁ Ξανθίας φησίν, «Ἔτι δὲ πρὸς τούτοις ἔστυκα Νεαίρας τῆς θεραπαίνης ἀθρῶν τὼ δεινὼ μαστώ».
Κότταλος
Διὰ τί, ὦ μωρότατε;
Φιλόγελως
Γέροντί μοι ὄντι σχολή ἐστι μελετᾶν τὸ ἀττικίζειν.
Σχολαστικός
Κἀγὼ οὐ γέρων ὤν οὐδὲν ἥττων τοὺς λόγους τοῦ βιβλίου Ἀθήναζε μετέβαλον εἰς πορνικούς. Ἰδοὺ ὁ μῦθος·
ἐπεὶ δὲ νὺξ γίγνεται, μετ’οὐ πολὺν χρόνον ὕπνος τὸν Φίλιππον λαμβάνει. ἐν δὲ τοῖς ὕπνοις ὁ νεανίας γυναῖκα τινὰ τὴν μάλα καλὴν ὁρᾷ πλησιάζουσαν.
ὁ Φίλιππος «τὶς εἶ σύ;» φησίν, «ἆρα τῶν θεῶν τις ἢ τῶν θνητῶν εἶ;».
ἡ γυνὴ ἀποκρίνεται· «τοὔνομα μοι οὐδεμία ἐστίν. ἆρ’οὐ βούλει τιμᾶσθαι διότι τὸν λύκον ἀπέκτονας;»
ὁ Φίλιππος λέγει· «δηλαδή». ἡ γυνὴ οὖν πρῶτον πτύει τρὶς εἰς τὸν αὐτοῦ φαλλὸν, εἶτα κύπτει.
ὁ Φίλιππος μάλα χαίρει καὶ λέγει·«ἵλεως ἴσθι καὶ πλήθυνε τὸ σπέρμα!». ὁ Φίλιππος τοῦ θοροῦ ἀπορραίνει καὶ βοᾷ.
ἐν δὲ τούτῳ ὁ πατὴρ προσχωρεῖ τῷ παιδὶ καὶ, «τί σοι γίγνεται, ὦ παῖ;» φησίν, «τίς σε ἐποίησε ἀποσπερμαίνειν;».
ὁ δὲ Φίλιππος ἐξ ὕπνου ἐγείρεται καὶ λέγει· «οὐδεμία. ὦ παππία, διὰ τι σκότος γίγνεται πανταχοῦ;»
ὁ Δικαιόπολις λέγει· «φεῦ τοῦ ὀνειρωγμοῦ... τυφλὸς εἶ».
Πότνια δὲ Καλυψώ, δῖα θεάων, ἐν τοῖς ὕπνοις μετακιάθει τοὺς θνητοὺς ἄνδρας, ὥστε αὐτοῖς εἶναι τὸν ὀνειρωγμόν.
Κότταλος
Ὤ τῆς ἀσεβείας! παύετε, παύετε. ἆρ’ οὐ τιμᾶτε τοὺς θεούς, θνητοὶ ὄντες;
Φιλόγελως
Ἀλλ’ οὐκ ἀτιμάζω τοὺς θεοὺς ἔγωγε. τιμῶ γὰρ μάλιστα τὴν Δουργὴν. τοῦ γὰρ πολέμου καὶ τοῦ θανάτου ἡ τῶν Ἰνδῶν θεὸς.
Σχολαστικός
Συγγνώμην μοι ἔχε! μάλα ἥμαρτον. ὁ Φιλόγελως διαφθείρει τοὺς νέους ὡς ὁ Σωκράτης.
Κότταλος
Δεῖ τινα τῶν τοῦ δίου Σωκράτους κατηγόρων εὑρίσκειν ὡς τὸν Φιλογέλωτα ἀποκτένωμεν.
Σχολαστικός
Χαλεπώτατα λέγεις!
Φιλόγελως
Ὁ Φιλόγελως σκοπεῖ τά τε μετέωρα καὶ τὰ ὑπὸ γῆς καὶ διαφθείρει τοὺς νέους καινὰ δαιμόνια εἰσφέρων.
τὸ γλωσσάριον
ἀπορραίνω: adspergō, irrōrō
βαστάζω: tollō, portō
βινέω: ineō, coëō
ἐπιτρίβω: atterō, adflīgō
ἔστυκα (στύω): ērēctus sum (dē pēne)
εὐνή, ἡ: lectus
θορός, ὁ: sēmen genitāle
κύπτω: mē incurvō, prōnus sum
μείγνυμι: (pass.) prope accedere, cōnsuescere (dē concubitū)
μεταβάλλω: mūtō, invertō
ὀνειρωγμός, ὁ: somnium dē rē venereā cum effūsiōne sēminis
πότνια, ἡ: augusta, veneranda
σκαλαθύρω: fodiō (coëō cum fēminā)
Σοδόμαδε: adv. Sodoma (vd. Ἀθήναζε: Athēnās)
φιλότης ητος, ἡ: concubitus
ἐμίγην φιλότητι καὶ εὐνῇ Il. 3.445; μίγη φιλότητι καὶ εὐνῇ Il. 6.25